Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ,
  2. ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε
  3. καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα·
  4. ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν
  5. τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν.
  6. ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν,
  7. ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη
  8. οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς
  9. ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην.
Ὀρέστης
  1. σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος.
Ἠλέκτρα
  1. εἴσιτʼ, ὦ ξένοι,
  2. ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις
  3. δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών.
Παιδαγωγός
  1. ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι,
  2. πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι
  3. ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής,
  4. ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς
  5. τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε;
  6. ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ
  7. πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις