Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ
- σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι
- γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ.
- οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται
- φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους·
- ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ
- στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε
- χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως.
- ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον
- καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς
- πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην,
- κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ
- αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς
- ὑπηρετοίην τῷ παρόντι δαίμονι.
- ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων
- ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας,
- μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς
- γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα.
- μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι,
- κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ