Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν
- ἐπαξιώσας ὧδέ μοι φανῆναι,
- μή τί με, πολύπονον ὧδʼ ἰδὼν
- τί μὴ ποήσω;
- μή μʼ ἀποστερήσῃς
- τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι.
- ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών.
- ξυναινεῖς;
- τί μὴν οὔ;
- ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν,
- οὐδʼ ἂν ἔσχον ὁρμὰν
- ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα,
- τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ
- φιλτάταν ἔχων πρόσοψιν,
- ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν.
- τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες,
- καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με,
- μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων
- ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην·
- χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος.