Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
Ἠλέκτρα
  1. τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον.
Ὀρέστης
  1. οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
Ἠλέκτρα
  1. οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε;
Ὀρέστης
  1. ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον.
Ἠλέκτρα
  1. οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε.
Ὀρέστης
  1. φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
Ἠλέκτρα
  1. τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις;
Ὀρέστης
  1. ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
Ἠλέκτρα
  1. ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
Ὀρέστης
  1. ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
Ἠλέκτρα
  1. καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
Ὀρέστης
  1. καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν;
Ἠλέκτρα
  1. ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος
Ὀρέστης
  1. τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν;
Ἠλέκτρα
  1. τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ.
Ὀρέστης
  1. τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
Ἠλέκτρα
  1. μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ.
Ὀρέστης
  1. τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
Ἠλέκτρα
  1. καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.