Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο,
- ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης
- μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ.
- οἴμοι μοι.
- ὦ δέμας οἰκτρόν. φεῦ φεῦ.
- ὦ δεινοτάτας, οἴμοι μοι,
- πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας·
- ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα.
- τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος,
- τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω
- ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω,
- ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ
- τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου.
- τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους.
- θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
- θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
- πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν.
- φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
- ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
- τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς;