Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα;
- οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
- ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι.
- μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ.
- μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς.
- οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν;
- ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα.
- ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς.
- μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς.
- μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε.
- πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ.
- μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα.
- οὔ φημʼ ἐάσειν.
- ὦ τάλαινʼ ἐγὼ σέθεν,
- Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς.
- εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις.
- πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω;
- οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν.
- οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος;
- ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν.