Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα,
  2. κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ
  3. λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς
  4. ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος,
  5. ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας
  6. σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.
  7. οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς
  8. ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ
  9. πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε
  10. μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος,
  11. οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός,
  12. ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί.
  13. νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ
  14. θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας
  15. θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ·
  16. τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών·
  17. γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς
  18. μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις
  19. φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος
  20. τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς