Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
  2. τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
Ἠλέκτρα
  1. ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
  2. κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
  3. ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
  4. ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
Ὀρέστης
  1. δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς
  2. ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε,
  3. ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.
Ἠλέκτρα
  1. ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
  2. ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων
  3. οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.
  4. νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν,
  5. δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ.
  6. ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
  7. πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
  8. κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
  9. ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ,
  10. τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος.
  11. νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς