Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ.
- ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν
- ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
- τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
- Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι.
- ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος.
- τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
- ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
- ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
- ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι
- Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες,
- οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν
- φήμης φέροντες ἐμφανῆ τεκμήρια;
- οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων
- ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
- τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος.
- φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ
- τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
- οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς
- πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.