Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ὀνείδη·
- ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ
- φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί-
- τᾳ· πρόδοτος δὲ μόνα σαλεύει
- Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς
- δειλαία στενάχουσʼ, ὅπως
- ἁ πάνδυρτος ἀηδών,
- οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα,
- διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι;
- οὐδεὶς τῶν ἀγαθῶν γὰρ
- ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει
- νώνυμος, ὦ παῖ παῖ.
- ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου,
- τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ,
- σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι.
- ζῴης μοι καθύπερθεν
- χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον
- νῦν ὑπόχειρ ναίεις·
- ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ
- βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν