Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν;
- βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς.
- φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω.
- πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι.
- ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη
- τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους.
- ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε,
- οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ
- πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά.
- ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι
- φρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖς
- ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη.
- τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς
- κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ-
- ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν;
- ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν
- καὶ τὰν οὐρανίαν Θέμιν,
- δαρὸν οὐκ ἀπόνητοι.
- ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν
- ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ