Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς.
Ἠλέκτρα
  1. ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ.
Χρυσόθεμις
  1. ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς.
Ἠλέκτρα
  1. ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε.
Χρυσόθεμις
  1. μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος.
Ἠλέκτρα
  1. ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι.
Χρυσόθεμις
  1. ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα.
Ἠλέκτρα
  1. ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ.
Χρυσόθεμις
  1. οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ.
Ἠλέκτρα
  1. ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις.
Χρυσόθεμις
  1. ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ.
Ἠλέκτρα
  1. τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ;
Χρυσόθεμις
  1. ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν.
Ἠλέκτρα
  1. ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν.
Χρυσόθεμις
  1. εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ.
Ἠλέκτρα
  1. τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν;
Χρυσόθεμις
  1. ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει.
Ἠλέκτρα
  1. τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι.
Χρυσόθεμις
  1. ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ.
Ἠλέκτρα
  1. καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε.