Electra

Sophocles

Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.

  1. ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
  2. κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.
  3. λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ
  4. βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν.
  5. οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν
  6. χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν.
  7. ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν