Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος,
- κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα
- ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι,
- αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ,
- σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν.
- πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ
- κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ.