Electra
Sophocles
Sophocles, Volume 2. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1913.
- αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
- οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,
- σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
- δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,
- ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
- τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
- ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;