Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ.
- τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι;
- οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει.
- πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον;
- εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν.
- ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος
- μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα,
- ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων
- τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε
- πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο.
- ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα,
- τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων;
- ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων
- τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα.
- οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει;
- ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν
- ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα.
- τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ.
- εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς,
- εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα.