Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν,
- ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς·
- ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον
- κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς.
- ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου
- τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου;
- μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου.
- στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε·
- γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων.
- ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ
- γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ.
- αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ
- τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου
- χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων.
- ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι.
- τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος;
- ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα,
- ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως.
- τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν;
- τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς