Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ;
Ἄγγελος
  1. σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή.
Οἰδίπους
  1. νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο.
Ἄγγελος
  1. καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ.
Οἰδίπους
  1. φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι
  2. τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω
  3. κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ
  4. κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν
  5. κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε
  6. ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ
  7. κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ.
  8. τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα
  9. κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός.
Ἰοκάστη
  1. οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι;
Οἰδίπους
  1. ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην.
Ἰοκάστη
  1. μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς.
Οἰδίπους
  1. καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ;
Ἰοκάστη
  1. τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης
  2. κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής;
  3. εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις.