Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων,
  2. οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν,
  3. εἰ μὴ τάδε χειρόδεικτα
  4. πᾶσιν ἁρμόσει βροτοῖς.
  5. ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις,
  6. Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι
  7. σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν.
  8. φθίνοντα γὰρ Λαΐου παλαίφατα
  9. θέσφατʼ ἐξαιροῦσιν ἤδη,
  10. κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής·
  11. ἔρρει δὲ τὰ θεῖα.
Ἰοκάστη
  1. χώρας ἄνακτες, δόξα μοι παρεστάθη
  2. ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν
  3. στέφη λαβούσῃ κἀπιθυμιάματα.
  4. ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν
  5. λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ
  6. ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται,
  7. ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι.
  8. ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ,
  9. πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ,