Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὕβρις φυτεύει τύραννον·
- ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν,
- ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα,
- ἀκρότατον εἰσαναβᾶσʼ
- αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν,
- ἔνθʼ οὐ ποδὶ χρησίμῳ
- χρῆται. τὸ καλῶς δʼ ἔχον
- πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι.
- θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων.
- εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται,
- δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων,
- κακά νιν ἕλοιτο μοῖρα,
- δυσπότμου χάριν χλιδᾶς,
- εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως
- καὶ τῶν ἀσέπτων ἔρξεται
- ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων.
- τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη
- εὔξεται ψυχᾶς ἀμύνειν;
- εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι,
- τί δεῖ με χορεύειν;