Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον
  2. φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
  3. διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
  4. καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε
  5. κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.
  6. ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ
  7. βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.
Οἰδίπους
  1. καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην
  2. πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.
Ἰοκάστη
  1. πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·
  2. οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.
Χορός
  1. εἴ μοι ξυνείη φέροντι
  2. μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων
  3. ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται
  4. ὑψίποδες, οὐρανίαν
  5. διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος
  6. πατὴρ μόνος, οὐδέ νιν
  7. θνατὰ φύσις ἀνέρων
  8. ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ·
  9. μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει.