Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν
  2. κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός
  1. ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν
  2. πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.
Οἰδίπους
  1. καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,
  2. τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη
  1. πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;
Οἰδίπους
  1. ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων
  2. σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.
Ἰοκάστη
  1. ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους
  1. λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
  2. ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
  3. λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·
  4. οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
  5. εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς
  6. τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη
  1. ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,
  2. κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·
  3. πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.
  4. εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,