Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
  2. κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
  3. τούτῳ προσήκει Λαΐου τι συγγενές,
  4. τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;
  5. τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;
  6. ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι
  7. δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
  8. ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν
  9. ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.
  10. λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
  11. χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
  12. ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
  13. καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
  14. μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
  15. μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
  16. Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
  17. ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
  18. κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;
  19. μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,
  20. ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν