Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,
  2. φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
  3. κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,
  4. ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
  5. ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν
  6. χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
  7. στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
  8. σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
Οἰδίπους
  1. καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
  2. ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,
  3. ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
  4. ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
  5. ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν
  6. αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
  7. κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
  8. παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,
  9. ὄχου παραστείχοντα τηρήσας, μέσον
  10. κάρα διπλοῖς κέντροισί μου καθίκετο.
  11. οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως
  12. σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος