Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι
- ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα
- πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης.
- τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν.
- ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,
- τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων;
- ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι
- κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν.
- ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
- οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
- εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν,
- ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
- ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω
- τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι.
- λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα.
- ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ
- μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ
- ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν.
- ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς;
- ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν