Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
  2. τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται
  3. μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ
  4. ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει.
  5. ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε,
  6. ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
  7. πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις·
  8. ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην,
  9. ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
  10. Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
  11. ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι
  12. δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
  13. καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
  14. λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
  15. ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
  16. ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς
  17. μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός.
Ἱερεύς
  1. ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως
  2. Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
Οἰδίπους
  1. ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ