Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν.
- ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην;
- ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν
- γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν.
- ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.
- τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
- τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας.
- οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεται
- ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας;
- ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον
- ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον.
- πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος
- ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ;
- θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν
- πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη.
- οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ
- κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν;
- θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν
- ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι.
- τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν,