Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
  2. λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;
  3. ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
  4. μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ
  5. ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
  6. τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
  7. σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
  8. ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ
  9. καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
  10. κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
  11. μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας
  12. μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως
  13. τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
  14. κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ
  15. ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.
  16. λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
  17. Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
  18. ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια
  19. καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
  20. ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ