Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .
  2. κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.
Οἰδίπους
  1. αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε
  2. ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ἰοκάστη
  1. οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.
Οἰδίπους
  1. ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη
  1. οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
  2. σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,
  3. ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
  4. ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
  5. ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.
  6. κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ
  7. δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους
  1. πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;
Ἰοκάστη
  1. πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;
Οἰδίπους
  1. δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν
  2. εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη
  1. ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
  2. κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.
Οἰδίπους
  1. κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων