Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;
Ἰοκάστη
  1. Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς
  2. ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους
  1. καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;
Ἰοκάστη
  1. σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς
  2. ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.
Οἰδίπους
  1. ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη
  1. τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους
  1. μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
  2. τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη
  1. μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
  2. μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους
  1. οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς
  2. δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Ἰοκάστη
  1. πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.
Οἰδίπους
  1. δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
  2. δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη
  1. καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.
Οἰδίπους
  1. πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων
  2. ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;