Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,
- ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
- ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
- καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ
- λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·
- παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
- τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
- ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
- κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν
- φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
- τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
- τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
- ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
- χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
- οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
- ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
- ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
- ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
- κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
- ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.