Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
  2. ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
  3. πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,
  4. ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
  5. ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας,
  6. τανῦν τʼ εὔπομπος, ἂν γένοιο.
Ἰοκάστη
  1. πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ
  2. μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
Οἰδίπους
  1. ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·
  2. Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη
  1. λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους
  1. φονέα με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη
  1. αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους
  1. μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
  2. τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη
  1. σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
  2. ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι
  3. βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
  4. φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
  5. χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ