Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
- ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ.
- τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα
- ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.
- στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν
- θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
- αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
- οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;
- πορεύσομαι,
- σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.
- γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;
- μαθοῦσά γʼ ἥτις ἡ τύχη.
- δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.
- ἀμφοῖν ἀπʼ αὐτοῖν;
- ναίχι.
- καὶ τίς ἦν λόγος;
- ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας,
- φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.
- ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
- τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;