Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
- ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
- μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,
- ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.
- πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.
- τί σοι θέλεις δῆτʼ εἰκάθω;
- τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.
- οἶσθʼ οὖν ἃ χρῄζεις;
- οἶδα.
- φράζε δὴ τί φής.
- τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ
- σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.
- εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ
- ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
- οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
- Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
- ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.
- ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς
- τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ
- προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.