Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀλλʼ ἔφυς κακός.
Κρέων
  1. εἰ δὲ ξυνίης μηδέν;
Οἰδίπους
  1. ἀρκτέον γʼ ὅμως.
Κρέων
  1. οὔτοι κακῶς γʼ ἄρχοντος.
Οἰδίπους
  1. ὦ πόλις πόλις.
Κρέων
  1. κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορός
  1. παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ
  2. τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς
  3. τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ἰοκάστη
  1. τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
  2. γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς
  3. οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
  4. οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
  5. καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;
Κρέων
  1. ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις
  2. δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
  3. ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους
  1. ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
  2. εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων
  1. μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι