Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι
  2. ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν
  3. φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του·
  4. ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς
  5. ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων.
  6. ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν,
  7. ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ
  8. σωτῆρα κλῄζει τῆς πάρος προθυμίας·
  9. ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα
  10. στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον.
  11. ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν·
  12. ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην
  13. παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ.
  14. ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς,
  15. ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν·
  16. ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς
  17. ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω.
Οἰδίπους
  1. ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι
  2. προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι
  3. νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ