Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
- ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
- ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
- οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
- εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
- μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
- ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
- τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
- ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
- ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
- ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
- οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
- ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
- οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
- σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς
- ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
- ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
- ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν
- τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
- οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.