Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,
- εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
- πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
- ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
- οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
- ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
- νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
- νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
- τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.
- πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;
- οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
- ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
- οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
- καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν
- πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·
- τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς
- κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς
- ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·
- γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
- οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην