Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
- εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
- δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
- ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ
- πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
- ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
- τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
- καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
- πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον
- δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
- ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
- μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
- τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
- σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
- ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
- οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
- ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
- παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
- πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
- οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.