Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.
  2. αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους
  1. οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις
  2. τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
  3. ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
  4. λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
  5. φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
  6. ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
  7. ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
  8. δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
  9. ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
  10. ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
  11. θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;
Κρέων
  1. οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
  2. ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
Οἰδίπους
  1. λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς
  2. σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
Κρέων
  1. τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
  1. τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
Κρέων
  1. εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν