Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα
- ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς
- φρενὸς οὔποτʼ ὀφλήσει κακίαν.
- ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος
- κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
- πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
- ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι
- λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,
- οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
- φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
- ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
- ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
- κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
- ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν
- ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
- τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
- πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
- ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
- ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
- κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;