Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν
- ὕλαν ἀνά τʼ ἄντρα καὶ
- πέτρας ἰσόταυρος
- μέλεος μελέῳ ποδὶ χηρεύων,
- τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων
- μαντεῖα· τὰ δʼ ἀεὶ
- ζῶντα περιποτᾶται.
- δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας
- οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ.
- πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω.
- τί γὰρ ἢ Λαβδακίδαις
- ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ
- ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ
- ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις
- ἐπίκουρος ἀδήλων θανάτων.
- ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν
- εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται,
- κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν
- παραμείψειεν ἀνήρ.
- ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην.