Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος
- καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι
- σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται.
- φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν
- ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ
- γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς
- ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν
- εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον,
- φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν.
- τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα
- ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν;
- ὥρα νιν ἀελλάδων
- ἵππων σθεναρώτερον
- φυγᾷ πόδα νωμᾶν.
- ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει
- πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας,
- δειναὶ δʼ ἅμʼ ἕπονται
- κῆρες ἀναπλάκητοι
- ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα
- φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν.