Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην.
Τειρεσίας
  1. ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ,
  2. μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες.
Οἰδίπους
  1. ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν;
Τειρεσίας
  1. ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ.
Οἰδίπους
  1. ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις.
Τειρεσίας
  1. οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς;
Οἰδίπους
  1. τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν.
Τειρεσίας
  1. αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν.
Οἰδίπους
  1. ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει.
Τειρεσίας
  1. ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με.
Οἰδίπους
  1. κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν
  2. ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον.
Τειρεσίας
  1. εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν
  2. δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς.
  3. λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι
  4. ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον
  5. τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε,
  6. ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς
  7. φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται