Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα.
- ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν
- τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω,
- καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς
- ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά,
- βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον.
- βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν,
- ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα,
- ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις
- ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών;
- ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν,
- ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις.
- πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα
- προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν
- κάκιον ὅστις ἐκτριβήσεταί ποτε.
- ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν;
- οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν
- ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει;
- οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις.
- οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ