Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει·
  2. ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων
  3. οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών,
  4. ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν,
  5. γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών·
  6. ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις
  7. παραστατήσειν τοῖς Κρεοντείοις πέλας.
  8. κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε
  9. ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων
  10. εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς.
Χορός
  1. ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη
  2. ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ,
  3. δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ
  4. μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν.
Τειρεσίας
  1. εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν
  2. ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ.
  3. οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ·
  4. ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι.
  5. λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας·
  6. σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ,