Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ.
- πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν
- ἤδη σαλεύει κἀνακουφίσαι κάρα
- βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου,
- φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός,
- φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε
- ἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς
- σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν,
- ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ
- Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται.
- θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ
- οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι,
- ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου
- κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς·
- ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν
- σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν,
- καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον
- οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ
- λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον·
- νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα,