Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ
  2. μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν.
Τειρεσίας
  1. οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ
  2. ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει.
Οἰδίπους
  1. Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα;
Τειρεσίας
  1. Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί.
Οἰδίπους
  1. ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης
  2. ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ,
  3. ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται,
  4. εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις
  5. δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν,
  6. ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος,
  7. λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται,
  8. ὑφεὶς μάγον τοιόνδε μηχανορράφον,
  9. δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν
  10. μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός.
  11. ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής;
  12. πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων,
  13. ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον;
  14. καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν