Oedipus Tyrannus
Sophocles
Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.
- οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε
- τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς;
- πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω.
- πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης.
- πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν.
- ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω.
- οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων;
- οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον.
- φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν.
- ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς.
- εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον;
- ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται.
- λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις
- αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ.
- ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς;
- εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος.
- ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ
- τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ.
- σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ
- οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα.