Oedipus Tyrannus

Sophocles

Sophocles, Volume 1. Storr, Francis, editor. London; New York: William Heinemann Ltd.; The Macmillan Company, 1912.

  1. οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου
  2. φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε,
  3. ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ;
Τειρεσίας
  1. ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ
  2. ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις.
Οἰδίπους
  1. τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη
  2. κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν;
Τειρεσίας
  1. ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω.
Οἰδίπους
  1. οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί.
Τειρεσίας
  1. οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις,
  2. θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη.
Οἰδίπους
  1. καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω,
  2. ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ
  3. καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον
  4. μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων,
  5. καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου.
Τειρεσίας
  1. ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι
  2. ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας
  3. τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ,
  4. ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι.